Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- Ἔμπουσα τοίνυν ἐστί.
- πυρὶ γοῦν λάμπεται
- ἅπαν τὸ πρόσωπον.
- καὶ σκέλος χαλκοῦν ἔχει;
- νὴ τὸν Ποσειδῶ, καὶ βολίτινον θάτερον,
- σάφʼ ἴσθι.
- ποῖ δῆτʼ ἂν τραποίμην;
- ποῖ δʼ ἐγώ;
- ἱερεῦ διαφύλαξόν μʼ, ἵνʼ ὦ σοι ξυμπότης.
- ἀπολούμεθʼ ὦναξ Ἡράκλεις.
- οὐ μὴ καλεῖς μʼ
- ὦνθρωφʼ, ἱκετεύω, μηδὲ κατερεῖς τοὔνομα.
- Διόνυσε τοίνυν.
- τοῦτό γʼ ἧττον θατέρου.
- ἴθʼ ᾗπερ ἔρχει.
- δεῦρο δεῦρʼ ὦ δέσποτα.
- τί δʼ ἔστι;
- θάρρει· πάντʼ ἀγαθὰ πεπράγαμεν,
- ἔξεστί θʼ ὥσπερ Ἡγέλοχος ἡμῖν λέγειν,
- ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλῆν ὁρῶ.