Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. τί ἔστι τἀνταυθοῖ;
Ξανθίας
  1. σκότος καὶ βόρβορος.
Διόνυσος
  1. κατεῖδες οὖν που τοὺς πατραλοίας αὐτόθι
  2. καὶ τοὺς ἐπιόρκους, οὓς ἔλεγεν ἡμῖν;
Ξανθίας
  1. σὺ δʼ οὔ;
Διόνυσος
  1. νὴ τὸν Ποσειδῶ ʼγωγε, καὶ νυνί γʼ ὁρῶ.
  2. ἄγε δὴ τί δρῶμεν;
Ξανθίας
  1. προϊέναι βέλτιστα νῷν,
  2. ὡς οὗτος ὁ τόπος ἐστὶν οὗ τὰ θηρία
  3. τὰ δείνʼ ἔφασκʼ ἐκεῖνος.
Διόνυσος
  1. ὡς οἰμώξεται.
  2. ἠλαζονεύεθʼ ἵνα φοβηθείην ἐγώ,
  3. εἰδώς με μάχιμον ὄντα φιλοτιμούμενος.
  4. οὐδὲν γὰρ οὕτω γαῦρόν ἐσθʼ ὡς Ἡρακλῆς.
  5. ἐγὼ δέ γʼ εὐξαίμην ἂν ἐντυχεῖν τινι
  6. λαβεῖν τʼ ἀγώνισμʼ ἄξιόν τι τῆς ὁδοῦ.
Ξανθίας
  1. νὴ τὸν Δία καὶ μὴν αἰσθάνομαι ψόφου τινός.
Διόνυσος
  1. ποῦ ποῦ ʼστιν;
Ξανθίας
  1. ἐξόπισθεν.
Διόνυσος
  1. ἐξόπισθʼ ἴθι.
Ξανθίας
  1. ἀλλʼ ἐστὶν ἐν τῷ πρόσθε.
Διόνυσος
  1. πρόσθε νυν ἴθι.
Ξανθίας
  1. καὶ μὴν ὁρῶ νὴ τὸν Δία θηρίον μέγα.
Διόνυσος
  1. ποῖόν τι;
Ξανθίας
  1. δεινόν· παντοδαπὸν γοῦν γίγνεται
  2. τοτὲ μέν γε βοῦς, νυνὶ δʼ ὀρεύς, τοτὲ δʼ αὖ γυνὴ
  3. ὡραιοτάτη τις.
Διόνυσος
  1. ποῦ ʼστι; φέρʼ ἐπʼ αὐτὴν ἴω.
Ξανθίας
  1. ἀλλʼ οὐκέτʼ αὖ γυνή ʼστιν, ἀλλʼ ἤδη κύων.