Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- Βαρέως πάνυ.
- οὔκουν τὸ Βάρος τοῦθʼ ὃ σὺ φέρεις ὄνος φέρει;
- οὐ δῆθʼ ὅ γʼ ἔχω ʼγὼ καὶ φέρω μὰ τὸν Δίʼ οὔ.
- πῶς γὰρ φέρεις, ὅς γʼ αὐτὸς ὑφʼ ἑτέρου φέρει;
- οὐκ οἶδʼ· ὁ δʼ ὦμος οὑτοσὶ πιέζεται.
- σὺ δʼ οὖν ἐπειδὴ τὸν ὄνον οὐ φῄς σʼ ὠφελεῖν,
- ἐν τῷ μέρει σὺ τὸν ὄνον ἀράμενος φέρε.
- οἴμοι κακοδαίμων· τί γὰρ ἐγὼ οὐκ ἐναυμάχουν;
- ἦ τἄν σε κωκύειν ἂν ἐκέλευον μακρά.
- κατάβα πανοῦργε. καὶ γὰρ ἐγγὺς τῆς θύρας
- ἤδη βαδίζων εἰμὶ τῆσδʼ, οἷ πρῶτά με
- ἔδει τραπέσθαι. παιδίον, παῖ, ἠμί, παῖ.
- τίς τὴν θύραν ἐπάταξεν; ὡς κενταυρικῶς
- ἐνήλαθʼ ὅστις· εἰπέ μοι τουτὶ τί ἦν;
- ὁ παῖς.
- τί ἔστιν;
- οὐκ ἐνεθυμήθης;
- τὸ τί;
- ὡς σφόδρα μʼ ἔδεισε.
- νὴ Δία μὴ μαίνοιό γε.
- οὔ τοι μὰ τὴν Δήμητρα δύναμαι μὴ γελᾶν·
- καίτοι δάκνω γʼ ἐμαυτόν· ἀλλʼ ὅμως γελῶ.
- ὦ δαιμόνιε πρόσελθε· δέομαι γάρ τί σου.
- ἀλλʼ οὐχ οἷός τʼ εἴμʼ ἀποσοβῆσαι τὸν γέλων
- ὁρῶν λεοντῆν ἐπὶ κροκωτῷ κειμένην.