Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- οὐδὲ μὴν ἡμᾶς σὺ πάντως.
- οὐδὲ μὴν ὑμεῖς γʼ ἐμὲ
- οὐδέποτε· κεκράξομαι γὰρ
- κἂν δέῃ διʼ ἡμέρας
- βρεκεκεκὲξ κοὰξ κοάξ,
- ἕως ἂν ὑμῶν ἐπικρατήσω τῷ κοάξ,
- βρεκεκεκὲξ κοὰξ κοάξ.
- ἔμελλον ἄρα παύσειν ποθʼ ὑμᾶς τοῦ κοάξ.
- ὢ παῦε παῦε, παραβαλοῦ τὼ κωπίω,
- ἔκβαινʼ, ἀπόδος τὸν ναῦλον.
- ἔχε δὴ τὠβολώ.
- ὁ Ξανθίας. ποῦ Ξανθίας; ἦ Ξανθία.
- ἰαῦ.
- βάδιζε δεῦρο.
- χαῖρʼ ὦ δέσποτα.
- τί ἔστι τἀνταυθοῖ;
- σκότος καὶ βόρβορος.
- κατεῖδες οὖν που τοὺς πατραλοίας αὐτόθι
- καὶ τοὺς ἐπιόρκους, οὓς ἔλεγεν ἡμῖν;
- σὺ δʼ οὔ;
- νὴ τὸν Ποσειδῶ ʼγωγε, καὶ νυνί γʼ ὁρῶ.
- ἄγε δὴ τί δρῶμεν;
- προϊέναι βέλτιστα νῷν,
- ὡς οὗτος ὁ τόπος ἐστὶν οὗ τὰ θηρία
- τὰ δείνʼ ἔφασκʼ ἐκεῖνος.
- ὡς οἰμώξεται.
- ἠλαζονεύεθʼ ἵνα φοβηθείην ἐγώ,
- εἰδώς με μάχιμον ὄντα φιλοτιμούμενος.
- οὐδὲν γὰρ οὕτω γαῦρόν ἐσθʼ ὡς Ἡρακλῆς.
- ἐγὼ δέ γʼ εὐξαίμην ἂν ἐντυχεῖν τινι
- λαβεῖν τʼ ἀγώνισμʼ ἄξιόν τι τῆς ὁδοῦ.
- νὴ τὸν Δία καὶ μὴν αἰσθάνομαι ψόφου τινός.
- ποῦ ποῦ ʼστιν;
- ἐξόπισθεν.
- ἐξόπισθʼ ἴθι.
- ἀλλʼ ἐστὶν ἐν τῷ πρόσθε.
- πρόσθε νυν ἴθι.
- καὶ μὴν ὁρῶ νὴ τὸν Δία θηρίον μέγα.
- ποῖόν τι;
- δεινόν· παντοδαπὸν γοῦν γίγνεται
- τοτὲ μέν γε βοῦς, νυνὶ δʼ ὀρεύς, τοτὲ δʼ αὖ γυνὴ
- ὡραιοτάτη τις.
- ποῦ ʼστι; φέρʼ ἐπʼ αὐτὴν ἴω.
- ἀλλʼ οὐκέτʼ αὖ γυνή ʼστιν, ἀλλʼ ἤδη κύων.
- Ἔμπουσα τοίνυν ἐστί.
- πυρὶ γοῦν λάμπεται
- ἅπαν τὸ πρόσωπον.