Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- μᾶλλον μὲν οὖν
- φθεγξόμεσθʼ, εἰ δή ποτʼ εὐηλίοις
- ἐν ἁμέραισιν
- ἡλάμεσθα διὰ κυπείρου
- καὶ φλέω, χαίροντες ᾠδῆς
- πολυκολύμβοισι μέλεσιν,
- ἢ Διὸς φεύγοντες ὄμβρον
- ἔνυδρον ἐν βυθῷ χορείαν
- αἰόλαν ἐφθεγξάμεσθα
- πομφολυγοπαφλάσμασιν.
- βρεκεκεκὲξ κοὰξ κοάξ.
- τουτὶ παρʼ ὑμῶν λαμβάνω.
- δεινά τἄρα πεισόμεσθα.
- δεινότερα δʼ ἔγωγʼ, ἐλαύνων
- εἰ διαρραγήσομαι.
- βρεκεκεκὲξ κοὰξ κοάξ.
- οἰμώζετʼ· οὐ γάρ μοι μέλει.
- ἀλλὰ μὴν κεκραξόμεσθά γʼ
- ὁπόσον ἡ φάρυξ ἂν ἡμῶν
- χανδάνῃ διʼ ἡμέρας.
- βρεκεκεκὲξ κοὰξ κοάξ.
- τούτῳ γὰρ οὐ νικήσετε.
- οὐδὲ μὴν ἡμᾶς σὺ πάντως.
- οὐδὲ μὴν ὑμεῖς γʼ ἐμὲ
- οὐδέποτε· κεκράξομαι γὰρ
- κἂν δέῃ διʼ ἡμέρας
- βρεκεκεκὲξ κοὰξ κοάξ,
- ἕως ἂν ὑμῶν ἐπικρατήσω τῷ κοάξ,
- βρεκεκεκὲξ κοὰξ κοάξ.
- ἔμελλον ἄρα παύσειν ποθʼ ὑμᾶς τοῦ κοάξ.
- ὢ παῦε παῦε, παραβαλοῦ τὼ κωπίω,
- ἔκβαινʼ, ἀπόδος τὸν ναῦλον.
- ἔχε δὴ τὠβολώ.
- ὁ Ξανθίας. ποῦ Ξανθίας; ἦ Ξανθία.
- ἰαῦ.
- βάδιζε δεῦρο.
- χαῖρʼ ὦ δέσποτα.
- τί ἔστι τἀνταυθοῖ;
- σκότος καὶ βόρβορος.
- κατεῖδες οὖν που τοὺς πατραλοίας αὐτόθι
- καὶ τοὺς ἐπιόρκους, οὓς ἔλεγεν ἡμῖν;
- σὺ δʼ οὔ;
- νὴ τὸν Ποσειδῶ ʼγωγε, καὶ νυνί γʼ ὁρῶ.
- ἄγε δὴ τί δρῶμεν;
- προϊέναι βέλτιστα νῷν,
- ὡς οὗτος ὁ τόπος ἐστὶν οὗ τὰ θηρία
- τὰ δείνʼ ἔφασκʼ ἐκεῖνος.
- ὡς οἰμώξεται.
- ἠλαζονεύεθʼ ἵνα φοβηθείην ἐγώ,
- εἰδώς με μάχιμον ὄντα φιλοτιμούμενος.
- οὐδὲν γὰρ οὕτω γαῦρόν ἐσθʼ ὡς Ἡρακλῆς.
- ἐγὼ δέ γʼ εὐξαίμην ἂν ἐντυχεῖν τινι
- λαβεῖν τʼ ἀγώνισμʼ ἄξιόν τι τῆς ὁδοῦ.
- νὴ τὸν Δία καὶ μὴν αἰσθάνομαι ψόφου τινός.
- ποῦ ποῦ ʼστιν;
- ἐξόπισθεν.
- ἐξόπισθʼ ἴθι.