Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. εἰκότως γʼ ὦ πολλὰ πράττων.
  2. ἐμὲ γὰρ ἔστερξαν εὔλυροί τε Μοῦσαι
  3. καὶ κεροβάτας Πὰν ὁ καλαμόφθογγα παίζων·
  4. προσεπιτέρπεται δʼ ὁ φορμικτὰς Ἀπόλλων,
  5. ἕνεκα δόνακος, ὃν ὑπολύριον
  6. ἔνυδρον ἐν λίμναις τρέφω.
  7. βρεκεκεκὲξ κοάξ κοάξ.
Διόνυσος
  1. ἐγὼ δὲ φλυκταίνας γʼ ἔχω,
  2. χὠ πρωκτὸς ἰδίει πάλαι,
  3. κᾆτʼ αὐτίκʼ ἐκκύψας ἐρεῖ—
Βάτραχοι
  1. βρεκεκεκὲξ κοὰξ κοάξ.
Διόνυσος
  1. ἀλλʼ ὦ φιλῳδὸν γένος
  2. παύσασθε.
Βάτραχοι
  1. μᾶλλον μὲν οὖν
  2. φθεγξόμεσθʼ, εἰ δή ποτʼ εὐηλίοις
  3. ἐν ἁμέραισιν
  4. ἡλάμεσθα διὰ κυπείρου
  5. καὶ φλέω, χαίροντες ᾠδῆς
  6. πολυκολύμβοισι μέλεσιν,
  7. ἢ Διὸς φεύγοντες ὄμβρον
  8. ἔνυδρον ἐν βυθῷ χορείαν
  9. αἰόλαν ἐφθεγξάμεσθα
  10. πομφολυγοπαφλάσμασιν.
Διόνυσος
  1. βρεκεκεκὲξ κοὰξ κοάξ.
  2. τουτὶ παρʼ ὑμῶν λαμβάνω.
Βάτραχοι
  1. δεινά τἄρα πεισόμεσθα.
Διόνυσος
  1. δεινότερα δʼ ἔγωγʼ, ἐλαύνων
  2. εἰ διαρραγήσομαι.
Βάτραχοι
  1. βρεκεκεκὲξ κοὰξ κοάξ.
Διόνυσος
  1. οἰμώζετʼ· οὐ γάρ μοι μέλει.
Βάτραχοι
  1. ἀλλὰ μὴν κεκραξόμεσθά γʼ