Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. βρεκεκεκὲξ κοὰξ κοάξ.
  2. λιμναῖα κρηνῶν τέκνα,
  3. ξύναυλον ὕμνων βοὰν
  4. φθεγξώμεθʼ, εὔγηρυν ἐμὰν ἀοιδάν,
  5. κοὰξ κοάξ,
  6. ἣν ἀμφὶ Νυσήιον
  7. Διὸς Διόνυσον ἐν
  8. Λίμναισιν ἰαχήσαμεν,
  9. ἡνίχʼ ὁ κραιπαλόκωμος
  10. τοῖς ἱεροῖσι Χύτροισι
  11. χωρεῖ κατʼ ἐμὸν τέμενος λαῶν ὄχλος.
  12. βρεκεκεκὲξ κοὰξ κοάξ.
Διόνυσος
  1. ἐγὼ δέ γʼ ἀλγεῖν ἄρχομαι
  2. τὸν ὄρρον ὦ κοὰξ κοάξ·
  3. ὑμῖν δʼ ἴσως οὐδὲν μέλει.
Βάτραχοι
  1. βρεκεκεκὲξ κοὰξ κοάξ.
Διόνυσος
  1. ἀλλʼ ἐξόλοισθʼ αὐτῷ κοάξ·
  2. οὐδὲν γάρ ἐστʼ ἀλλʼ ἢ κοάξ.
Βάτραχοι
  1. εἰκότως γʼ ὦ πολλὰ πράττων.
  2. ἐμὲ γὰρ ἔστερξαν εὔλυροί τε Μοῦσαι
  3. καὶ κεροβάτας Πὰν ὁ καλαμόφθογγα παίζων·
  4. προσεπιτέρπεται δʼ ὁ φορμικτὰς Ἀπόλλων,
  5. ἕνεκα δόνακος, ὃν ὑπολύριον
  6. ἔνυδρον ἐν λίμναις τρέφω.
  7. βρεκεκεκὲξ κοάξ κοάξ.
Διόνυσος
  1. ἐγὼ δὲ φλυκταίνας γʼ ἔχω,
  2. χὠ πρωκτὸς ἰδίει πάλαι,
  3. κᾆτʼ αὐτίκʼ ἐκκύψας ἐρεῖ—
Βάτραχοι
  1. βρεκεκεκὲξ κοὰξ κοάξ.
Διόνυσος
  1. ἀλλʼ ὦ φιλῳδὸν γένος
  2. παύσασθε.
Βάτραχοι
  1. μᾶλλον μὲν οὖν
  2. φθεγξόμεσθʼ, εἰ δή ποτʼ εὐηλίοις
  3. ἐν ἁμέραισιν
  4. ἡλάμεσθα διὰ κυπείρου
  5. καὶ φλέω, χαίροντες ᾠδῆς
  6. πολυκολύμβοισι μέλεσιν,
  7. ἢ Διὸς φεύγοντες ὄμβρον
  8. ἔνυδρον ἐν βυθῷ χορείαν
  9. αἰόλαν ἐφθεγξάμεσθα
  10. πομφολυγοπαφλάσμασιν.
Διόνυσος
  1. βρεκεκεκὲξ κοὰξ κοάξ.
  2. τουτὶ παρʼ ὑμῶν λαμβάνω.
Βάτραχοι
  1. δεινά τἄρα πεισόμεσθα.
Διόνυσος
  1. δεινότερα δʼ ἔγωγʼ, ἐλαύνων
  2. εἰ διαρραγήσομαι.
Βάτραχοι
  1. βρεκεκεκὲξ κοὰξ κοάξ.
Διόνυσος
  1. οἰμώζετʼ· οὐ γάρ μοι μέλει.
Βάτραχοι
  1. ἀλλὰ μὴν κεκραξόμεσθά γʼ
  2. ὁπόσον ἡ φάρυξ ἂν ἡμῶν
  3. χανδάνῃ διʼ ἡμέρας.
Διόνυσος
  1. βρεκεκεκὲξ κοὰξ κοάξ.
  2. τούτῳ γὰρ οὐ νικήσετε.
Βάτραχοι
  1. οὐδὲ μὴν ἡμᾶς σὺ πάντως.
Διόνυσος
  1. οὐδὲ μὴν ὑμεῖς γʼ ἐμὲ
  2. οὐδέποτε· κεκράξομαι γὰρ
  3. κἂν δέῃ διʼ ἡμέρας
  4. βρεκεκεκὲξ κοὰξ κοάξ,
  5. ἕως ἂν ὑμῶν ἐπικρατήσω τῷ κοάξ,
  6. βρεκεκεκὲξ κοὰξ κοάξ.
Διόνυσος
  1. ἔμελλον ἄρα παύσειν ποθʼ ὑμᾶς τοῦ κοάξ.
Χάρων
  1. ὢ παῦε παῦε, παραβαλοῦ τὼ κωπίω,
  2. ἔκβαινʼ, ἀπόδος τὸν ναῦλον.
Διόνυσος
  1. ἔχε δὴ τὠβολώ.
  2. ὁ Ξανθίας. ποῦ Ξανθίας; ἦ Ξανθία.
Ξανθίας
  1. ἰαῦ.
Διόνυσος
  1. βάδιζε δεῦρο.
Ξανθίας
  1. χαῖρʼ ὦ δέσποτα.
Διόνυσος
  1. τί ἔστι τἀνταυθοῖ;
Ξανθίας
  1. σκότος καὶ βόρβορος.
Διόνυσος
  1. κατεῖδες οὖν που τοὺς πατραλοίας αὐτόθι
  2. καὶ τοὺς ἐπιόρκους, οὓς ἔλεγεν ἡμῖν;
Ξανθίας
  1. σὺ δʼ οὔ;
Διόνυσος
  1. νὴ τὸν Ποσειδῶ ʼγωγε, καὶ νυνί γʼ ὁρῶ.
  2. ἄγε δὴ τί δρῶμεν;
Ξανθίας
  1. προϊέναι βέλτιστα νῷν,
  2. ὡς οὗτος ὁ τόπος ἐστὶν οὗ τὰ θηρία
  3. τὰ δείνʼ ἔφασκʼ ἐκεῖνος.
Διόνυσος
  1. ὡς οἰμώξεται.
  2. ἠλαζονεύεθʼ ἵνα φοβηθείην ἐγώ,
  3. εἰδώς με μάχιμον ὄντα φιλοτιμούμενος.
  4. οὐδὲν γὰρ οὕτω γαῦρόν ἐσθʼ ὡς Ἡρακλῆς.
  5. ἐγὼ δέ γʼ εὐξαίμην ἂν ἐντυχεῖν τινι
  6. λαβεῖν τʼ ἀγώνισμʼ ἄξιόν τι τῆς ὁδοῦ.
Ξανθίας
  1. νὴ τὸν Δία καὶ μὴν αἰσθάνομαι ψόφου τινός.
Διόνυσος
  1. ποῦ ποῦ ʼστιν;
Ξανθίας
  1. ἐξόπισθεν.
Διόνυσος
  1. ἐξόπισθʼ ἴθι.
Ξανθίας
  1. ἀλλʼ ἐστὶν ἐν τῷ πρόσθε.
Διόνυσος
  1. πρόσθε νυν ἴθι.
Ξανθίας
  1. καὶ μὴν ὁρῶ νὴ τὸν Δία θηρίον μέγα.
Διόνυσος
  1. ποῖόν τι;
Ξανθίας
  1. δεινόν· παντοδαπὸν γοῦν γίγνεται
  2. τοτὲ μέν γε βοῦς, νυνὶ δʼ ὀρεύς, τοτὲ δʼ αὖ γυνὴ
  3. ὡραιοτάτη τις.
Διόνυσος
  1. ποῦ ʼστι; φέρʼ ἐπʼ αὐτὴν ἴω.
Ξανθίας
  1. ἀλλʼ οὐκέτʼ αὖ γυνή ʼστιν, ἀλλʼ ἤδη κύων.
Διόνυσος
  1. Ἔμπουσα τοίνυν ἐστί.
Ξανθίας
  1. πυρὶ γοῦν λάμπεται
  2. ἅπαν τὸ πρόσωπον.
Διόνυσος
  1. καὶ σκέλος χαλκοῦν ἔχει;
Ξανθίας
  1. νὴ τὸν Ποσειδῶ, καὶ βολίτινον θάτερον,
  2. σάφʼ ἴσθι.
Διόνυσος
  1. ποῖ δῆτʼ ἂν τραποίμην;
Ξανθίας
  1. ποῖ δʼ ἐγώ;
Διόνυσος
  1. ἱερεῦ διαφύλαξόν μʼ, ἵνʼ ὦ σοι ξυμπότης.
Ξανθίας
  1. ἀπολούμεθʼ ὦναξ Ἡράκλεις.
Διόνυσος
  1. οὐ μὴ καλεῖς μʼ
  2. ὦνθρωφʼ, ἱκετεύω, μηδὲ κατερεῖς τοὔνομα.
Ξανθίας
  1. Διόνυσε τοίνυν.
Διόνυσος
  1. τοῦτό γʼ ἧττον θατέρου.