Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ὅτʼ ἐγὼ μὲν ὢν Διόνυσος υἱὸς Σταμνίου
  2. αὐτὸς βαδίζω καὶ πονῶ, τοῦτον δʼ ὀχῶ,
  3. ἵνα μὴ ταλαιπωροῖτο μηδʼ ἄχθος φέροι;
Ξανθίας
  1. οὐ γὰρ φέρω ʼγώ;
Διόνυσος
  1. πῶς φέρεις γὰρ ὅς γʼ ὀχεῖ;
Ξανθίας
  1. φέρων γε ταυτί.
Διόνυσος
  1. τίνα τρόπον;
Ξανθίας
  1. Βαρέως πάνυ.
Διόνυσος
  1. οὔκουν τὸ Βάρος τοῦθʼ ὃ σὺ φέρεις ὄνος φέρει;
Ξανθίας
  1. οὐ δῆθʼ ὅ γʼ ἔχω ʼγὼ καὶ φέρω μὰ τὸν Δίʼ οὔ.
Διόνυσος
  1. πῶς γὰρ φέρεις, ὅς γʼ αὐτὸς ὑφʼ ἑτέρου φέρει;
Ξανθίας
  1. οὐκ οἶδʼ· ὁ δʼ ὦμος οὑτοσὶ πιέζεται.
Διόνυσος
  1. σὺ δʼ οὖν ἐπειδὴ τὸν ὄνον οὐ φῄς σʼ ὠφελεῖν,
  2. ἐν τῷ μέρει σὺ τὸν ὄνον ἀράμενος φέρε.
Ξανθίας
  1. οἴμοι κακοδαίμων· τί γὰρ ἐγὼ οὐκ ἐναυμάχουν;
  2. ἦ τἄν σε κωκύειν ἂν ἐκέλευον μακρά.
Διόνυσος
  1. κατάβα πανοῦργε. καὶ γὰρ ἐγγὺς τῆς θύρας
  2. ἤδη βαδίζων εἰμὶ τῆσδʼ, οἷ πρῶτά με
  3. ἔδει τραπέσθαι. παιδίον, παῖ, ἠμί, παῖ.
Ἡρακλῆς
  1. τίς τὴν θύραν ἐπάταξεν; ὡς κενταυρικῶς
  2. ἐνήλαθʼ ὅστις· εἰπέ μοι τουτὶ τί ἦν;
Διόνυσος
  1. ὁ παῖς.
Ξανθίας
  1. τί ἔστιν;
Διόνυσος
  1. οὐκ ἐνεθυμήθης;
Ξανθίας
  1. τὸ τί;
Διόνυσος
  1. ὡς σφόδρα μʼ ἔδεισε.