Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. φθεγξώμεθʼ, εὔγηρυν ἐμὰν ἀοιδάν,
  2. κοὰξ κοάξ,
  3. ἣν ἀμφὶ Νυσήιον
  4. Διὸς Διόνυσον ἐν
  5. Λίμναισιν ἰαχήσαμεν,
  6. ἡνίχʼ ὁ κραιπαλόκωμος
  7. τοῖς ἱεροῖσι Χύτροισι
  8. χωρεῖ κατʼ ἐμὸν τέμενος λαῶν ὄχλος.
  9. βρεκεκεκὲξ κοὰξ κοάξ.
Διόνυσος
  1. ἐγὼ δέ γʼ ἀλγεῖν ἄρχομαι
  2. τὸν ὄρρον ὦ κοὰξ κοάξ·
  3. ὑμῖν δʼ ἴσως οὐδὲν μέλει.
Βάτραχοι
  1. βρεκεκεκὲξ κοὰξ κοάξ.
Διόνυσος
  1. ἀλλʼ ἐξόλοισθʼ αὐτῷ κοάξ·
  2. οὐδὲν γάρ ἐστʼ ἀλλʼ ἢ κοάξ.
Βάτραχοι
  1. εἰκότως γʼ ὦ πολλὰ πράττων.
  2. ἐμὲ γὰρ ἔστερξαν εὔλυροί τε Μοῦσαι
  3. καὶ κεροβάτας Πὰν ὁ καλαμόφθογγα παίζων·