Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ξύναυλον ὕμνων βοὰν
  2. φθεγξώμεθʼ, εὔγηρυν ἐμὰν ἀοιδάν,
  3. κοὰξ κοάξ,
  4. ἣν ἀμφὶ Νυσήιον
  5. Διὸς Διόνυσον ἐν
  6. Λίμναισιν ἰαχήσαμεν,
  7. ἡνίχʼ ὁ κραιπαλόκωμος
  8. τοῖς ἱεροῖσι Χύτροισι
  9. χωρεῖ κατʼ ἐμὸν τέμενος λαῶν ὄχλος.
  10. βρεκεκεκὲξ κοὰξ κοάξ.