Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. κατακέλευε δή.
Χάρων
  1. ὦ ὀπὸπ ὦ ὀπόπ.
Βάτραχοι
  1. βρεκεκεκὲξ κοὰξ κοάξ,
  2. βρεκεκεκὲξ κοὰξ κοάξ.
  3. λιμναῖα κρηνῶν τέκνα,
  4. ξύναυλον ὕμνων βοὰν
  5. φθεγξώμεθʼ, εὔγηρυν ἐμὰν ἀοιδάν,
  6. κοὰξ κοάξ,
  7. ἣν ἀμφὶ Νυσήιον
  8. Διὸς Διόνυσον ἐν
  9. Λίμναισιν ἰαχήσαμεν,
  10. ἡνίχʼ ὁ κραιπαλόκωμος
  11. τοῖς ἱεροῖσι Χύτροισι
  12. χωρεῖ κατʼ ἐμὸν τέμενος λαῶν ὄχλος.
  13. βρεκεκεκὲξ κοὰξ κοάξ.
Διόνυσος
  1. ἐγὼ δέ γʼ ἀλγεῖν ἄρχομαι
  2. τὸν ὄρρον ὦ κοὰξ κοάξ·
  3. ὑμῖν δʼ ἴσως οὐδὲν μέλει.
Βάτραχοι
  1. βρεκεκεκὲξ κοὰξ κοάξ.
Διόνυσος
  1. ἀλλʼ ἐξόλοισθʼ αὐτῷ κοάξ·