Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. οὗτος τί ποιεῖς;
Διόνυσος
  1. ὅ τι ποιῶ; τί δʼ ἄλλο γʼ ἢ
  2. ἵζω ʼπὶ κώπην, οὗπερ ἐκέλευές με σύ;
Χάρων
  1. οὔκουν καθεδεῖ δῆτʼ ἐνθαδὶ γάστρων;
Διόνυσος
  1. ἰδού.
Χάρων
  1. οὔκουν προβαλεῖ τὼ χεῖρε κἀκτενεῖς;
Διόνυσος
  1. ἰδού.
Χάρων
  1. οὐ μὴ φλυαρήσεις ἔχων ἀλλʼ ἀντιβὰς
  2. ἐλᾷς προθύμως;
Διόνυσος
  1. κᾆτα πῶς δυνήσομαι
  2. ἄπειρος ἀθαλάττωτος ἀσαλαμίνιος
  3. ὢν εἶτʼ ἐλαύνειν;
Χάρων
  1. ῥᾷστʼ· ἀκούσει γὰρ μέλη
  2. κάλλιστʼ, ἐπειδὰν ἐμβάλῃς ἅπαξ,
Διόνυσος
  1. τίνων;
Χάρων
  1. βατράχων κύκνων θαυμαστά.
Διόνυσος
  1. κατακέλευε δή.
Χάρων
  1. ὦ ὀπὸπ ὦ ὀπόπ.
Βάτραχοι
  1. βρεκεκεκὲξ κοὰξ κοάξ,
  2. βρεκεκεκὲξ κοὰξ κοάξ.
  3. λιμναῖα κρηνῶν τέκνα,
  4. ξύναυλον ὕμνων βοὰν
  5. φθεγξώμεθʼ, εὔγηρυν ἐμὰν ἀοιδάν,
  6. κοὰξ κοάξ,
  7. ἣν ἀμφὶ Νυσήιον
  8. Διὸς Διόνυσον ἐν
  9. Λίμναισιν ἰαχήσαμεν,
  10. ἡνίχʼ ὁ κραιπαλόκωμος
  11. τοῖς ἱεροῖσι Χύτροισι