Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἢ σʼ Κερβερίους, ἢ σʼ κόρακας, ἢ ʼπὶ Ταίναρον;
Διόνυσος
  1. ἐγώ.
Χάρων
  1. ταχέως ἔμβαινε.
Διόνυσος
  1. ποῖ σχήσειν δοκεῖς;
  2. ἐς κόρακας ὄντως;
Χάρων
  1. ναὶ μὰ Δία σοῦ γʼ οὕνεκα.
  2. ἔσβαινε δή.
Διόνυσος
  1. παῖ δεῦρο.
Χάρων
  1. δοῦλον οὐκ ἄγω,
  2. εἰ μὴ νεναυμάχηκε τὴν περὶ τῶν κρεῶν.
Ξανθίας
  1. μὰ τὸν Δίʼ οὐ γὰρ ἀλλʼ ἔτυχον ὀφθαλμιῶν.
Χάρων
  1. οὔκουν περιθρέξει δῆτα τὴν λίμνην κύκλῳ;
Ξανθίας
  1. ποῦ δῆτʼ ἀναμενῶ;
Χάρων
  1. παρὰ τὸν Αὑαίνου λίθον
  2. ἐπὶ ταῖς ἀναπαύλαις.
Διόνυσος
  1. μανθάνεις;
Ξανθίας
  1. πάνυ μανθάνω.
  2. οἴμοι κακοδαίμων, τῷ ξυνέτυχον ἐξιών;
Χάρων
  1. κάθιζʼ ἐπὶ κώπην. εἴ τις ἔτι πλεῖ, σπευδέτω.
  2. οὗτος τί ποιεῖς;