Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- αὕτη ʼστὶν ἣν ἔφραζε, καὶ πλοῖόν γʼ ὁρῶ.
- νὴ τὸν Ποσειδῶ κἄστι γʼ ὁ Χάρων οὑτοσί.
- χαῖρʼ ὦ Χάρων, χαῖρʼ ὦ Χάρων, χαῖρʼ ὦ Χάρων.
- τίς εἰς ἀναπαύλας ἐκ κακῶν καὶ πραγμάτων;
- τίς ἐς τὸ Λήθης πεδίον, ἢ σʼ Ὄνου πόκας,
- ἢ σʼ Κερβερίους, ἢ σʼ κόρακας, ἢ ʼπὶ Ταίναρον;
- ἐγώ.
- ταχέως ἔμβαινε.
- ποῖ σχήσειν δοκεῖς;
- ἐς κόρακας ὄντως;
- ναὶ μὰ Δία σοῦ γʼ οὕνεκα.
- ἔσβαινε δή.
- παῖ δεῦρο.
- δοῦλον οὐκ ἄγω,
- εἰ μὴ νεναυμάχηκε τὴν περὶ τῶν κρεῶν.
- μὰ τὸν Δίʼ οὐ γὰρ ἀλλʼ ἔτυχον ὀφθαλμιῶν.
- οὔκουν περιθρέξει δῆτα τὴν λίμνην κύκλῳ;
- ποῦ δῆτʼ ἀναμενῶ;
- παρὰ τὸν Αὑαίνου λίθον
- ἐπὶ ταῖς ἀναπαύλαις.