Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- καὶ γάρ τινʼ ἐκφέρουσι τουτονὶ νεκρόν,
- οὗτος, σὲ λέγω μέντοι, σὲ τὸν τεθνηκότα·
- ἄνθρωπε βούλει σκευάριʼ εἰς Ἅιδου φέρειν;
- πόσʼ ἄττα;
- ταυτί.
- δύο δραχμὰς μισθὸν τελεῖς;
- μὰ Δίʼ ἀλλʼ ἔλαττον.
- ὑπάγεθʼ ὑμεῖς τῆς ὁδοῦ.
- ἀνάμεινον ὦ δαιμόνιʼ, ἐὰν ξυμβῶ τί σοι.