Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. πρὶν καὶ καταθέσθαι;
Διόνυσος
  1. καὶ ταχέως μέντοι πάνυ.
Ξανθίας
  1. μὴ δῆθʼ, ἱκετεύω σʼ, ἀλλὰ μίσθωσαί τινα
  2. τῶν ἐκφερομένων, ὅστις ἐπὶ τοῦτʼ ἔρχεται.
Διόνυσος
  1. ἐὰν δὲ μὴ εὕρω;
Ξανθίας
  1. τότε μʼ ἄγειν.
Διόνυσος
  1. καλῶς λέγεις.
  2. καὶ γάρ τινʼ ἐκφέρουσι τουτονὶ νεκρόν,
  3. οὗτος, σὲ λέγω μέντοι, σὲ τὸν τεθνηκότα·
  4. ἄνθρωπε βούλει σκευάριʼ εἰς Ἅιδου φέρειν;
Νέκρος
  1. πόσʼ ἄττα;
Διόνυσος
  1. ταυτί.
Νέκρος
  1. δύο δραχμὰς μισθὸν τελεῖς;
Διόνυσος
  1. μὰ Δίʼ ἀλλʼ ἔλαττον.
Νέκρος
  1. ὑπάγεθʼ ὑμεῖς τῆς ὁδοῦ.
Διόνυσος
  1. ἀνάμεινον ὦ δαιμόνιʼ, ἐὰν ξυμβῶ τί σοι.
Νέκρος
  1. εἰ μὴ καταθήσεις δύο δραχμάς, μὴ διαλέγου.
Διόνυσος
  1. λάβʼ ἐννέʼ ὀβολούς.