Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. καὶ μυρρινῶνας καὶ θιάσους εὐδαίμονας
  2. ἀνδρῶν γυναικῶν καὶ κρότον χειρῶν πολύν.
Διόνυσος
  1. οὗτοι δὲ δὴ τίνες εἰσίν;
Ἡρακλῆς
  1. οἱ μεμυημένοι—
Ξανθίας
  1. νὴ τὸν Δίʼ ἐγὼ γοῦν ὄνος ἄγω μυστήρια.
  2. ἀτὰρ οὐ καθέξω ταῦτα τὸν πλείω χρόνον.
Ἡρακλῆς
  1. οἵ σοι φράσουσʼ ἁπαξάπανθʼ ὧν ἂν δέῃ.
  2. οὗτοι γὰρ ἐγγύτατα παρʼ αὐτὴν τὴν ὁδὸν
  3. ἐπὶ ταῖσι τοῦ Πλούτωνος οἰκοῦσιν θύραις.
  4. καὶ χαῖρε πόλλʼ ὦδελφέ.
Διόνυσος
  1. νὴ Δία καὶ σύ γε
  2. ὑγίαινε. σὺ δὲ τὰ στρώματʼ αὖθις λάμβανε.
Ξανθίας
  1. πρὶν καὶ καταθέσθαι;
Διόνυσος
  1. καὶ ταχέως μέντοι πάνυ.
Ξανθίας
  1. μὴ δῆθʼ, ἱκετεύω σʼ, ἀλλὰ μίσθωσαί τινα
  2. τῶν ἐκφερομένων, ὅστις ἐπὶ τοῦτʼ ἔρχεται.
Διόνυσος
  1. ἐὰν δὲ μὴ εὕρω;
Ξανθίας
  1. τότε μʼ ἄγειν.
Διόνυσος
  1. καλῶς λέγεις.
  2. καὶ γάρ τινʼ ἐκφέρουσι τουτονὶ νεκρόν,
  3. οὗτος, σὲ λέγω μέντοι, σὲ τὸν τεθνηκότα·
  4. ἄνθρωπε βούλει σκευάριʼ εἰς Ἅιδου φέρειν;
Νέκρος
  1. πόσʼ ἄττα;
Διόνυσος
  1. ταυτί.