Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἐντεῦθεν αὐλῶν τίς σε περίεισιν πνοή,
- ὄψει τε φῶς κάλλιστον ὥσπερ ἐνθάδε,
- καὶ μυρρινῶνας καὶ θιάσους εὐδαίμονας
- ἀνδρῶν γυναικῶν καὶ κρότον χειρῶν πολύν.
- οὗτοι δὲ δὴ τίνες εἰσίν;
- οἱ μεμυημένοι—
- νὴ τὸν Δίʼ ἐγὼ γοῦν ὄνος ἄγω μυστήρια.
- ἀτὰρ οὐ καθέξω ταῦτα τὸν πλείω χρόνον.
- οἵ σοι φράσουσʼ ἁπαξάπανθʼ ὧν ἂν δέῃ.
- οὗτοι γὰρ ἐγγύτατα παρʼ αὐτὴν τὴν ὁδὸν
- ἐπὶ ταῖσι τοῦ Πλούτωνος οἰκοῦσιν θύραις.
- καὶ χαῖρε πόλλʼ ὦδελφέ.
- νὴ Δία καὶ σύ γε
- ὑγίαινε. σὺ δὲ τὰ στρώματʼ αὖθις λάμβανε.
- πρὶν καὶ καταθέσθαι;
- καὶ ταχέως μέντοι πάνυ.
- μὴ δῆθʼ, ἱκετεύω σʼ, ἀλλὰ μίσθωσαί τινα
- τῶν ἐκφερομένων, ὅστις ἐπὶ τοῦτʼ ἔρχεται.
- ἐὰν δὲ μὴ εὕρω;
- τότε μʼ ἄγειν.