Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. διατριβὴν ἀργὸν ποιεῖσθαι,
  2. παραφρονοῦντος ἀνδρός.
Πλούτων
  1. ἄγε δὴ χαίρων Αἰσχύλε χώρει,
  2. καὶ σῷζε πόλιν τὴν ἡμετέραν
  3. γνώμαις ἀγαθαῖς καὶ παίδευσον
  4. τοὺς ἀνοήτους· πολλοὶ δʼ εἰσίν·
  5. καὶ δὸς τουτὶ Κλεοφῶντι φέρων
  6. καὶ τουτὶ τοῖσι πορισταῖς
  7. Μύρμηκί θʼ ὁμοῦ καὶ Νικομάχῳ,
  8. τόδε δʼ Ἀρχενόμῳ·
  9. καὶ φράζʼ αὐτοῖς ταχέως ἥκειν
  10. ὡς ἐμὲ δευρὶ καὶ μὴ μέλλειν·
  11. κἂν μὴ ταχέως ἥκωσιν, ἐγὼ
  12. νὴ τὸν Ἀπόλλω στίξας αὐτοὺς
  13. καὶ συμποδίσας
  14. μετʼ Ἀδειμάντου τοῦ Λευκολόφου
  15. κατὰ γῆς ταχέως ἀποπέμψω.
Αἰσχύλος
  1. ταῦτα ποιήσω· σὺ δὲ τὸν θᾶκον