Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- τὸ δʼ ἐπὶ σεμνοῖσιν λόγοισι
- καὶ σκαριφησμοῖσι λήρων
- διατριβὴν ἀργὸν ποιεῖσθαι,
- παραφρονοῦντος ἀνδρός.
- ἄγε δὴ χαίρων Αἰσχύλε χώρει,
- καὶ σῷζε πόλιν τὴν ἡμετέραν
- γνώμαις ἀγαθαῖς καὶ παίδευσον
- τοὺς ἀνοήτους· πολλοὶ δʼ εἰσίν·
- καὶ δὸς τουτὶ Κλεοφῶντι φέρων
- καὶ τουτὶ τοῖσι πορισταῖς
- Μύρμηκί θʼ ὁμοῦ καὶ Νικομάχῳ,
- τόδε δʼ Ἀρχενόμῳ·
- καὶ φράζʼ αὐτοῖς ταχέως ἥκειν
- ὡς ἐμὲ δευρὶ καὶ μὴ μέλλειν·
- κἂν μὴ ταχέως ἥκωσιν, ἐγὼ
- νὴ τὸν Ἀπόλλω στίξας αὐτοὺς
- καὶ συμποδίσας
- μετʼ Ἀδειμάντου τοῦ Λευκολόφου
- κατὰ γῆς ταχέως ἀποπέμψω.
- ταῦτα ποιήσω· σὺ δὲ τὸν θᾶκον