Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. πάλιν ἄπεισιν οἴκαδʼ αὖ,
  2. ἐπʼ ἀγαθῶ μὲν τοῖς πολίταις,
  3. ἐπʼ ἀγαθῷ δὲ τοῖς ἑαυτοῦ
  4. ξυγγενέσι τε καὶ φίλοισι,
  5. διὰ τὸ συνετὸς εἶναι.
Χορός
  1. χαρίεν οὖν μὴ Σωκράτει
  2. παρακαθήμενον λαλεῖν,
  3. ἀποβαλόντα μουσικὴν
  4. τά τε μέγιστα παραλιπόντα
  5. τῆς τραγῳδικῆς τέχνης.
  6. τὸ δʼ ἐπὶ σεμνοῖσιν λόγοισι
  7. καὶ σκαριφησμοῖσι λήρων
  8. διατριβὴν ἀργὸν ποιεῖσθαι,
  9. παραφρονοῦντος ἀνδρός.
Πλούτων
  1. ἄγε δὴ χαίρων Αἰσχύλε χώρει,
  2. καὶ σῷζε πόλιν τὴν ἡμετέραν
  3. γνώμαις ἀγαθαῖς καὶ παίδευσον
  4. τοὺς ἀνοήτους· πολλοὶ δʼ εἰσίν·
  5. καὶ δὸς τουτὶ Κλεοφῶντι φέρων
  6. καὶ τουτὶ τοῖσι πορισταῖς
  7. Μύρμηκί θʼ ὁμοῦ καὶ Νικομάχῳ,
  8. τόδε δʼ Ἀρχενόμῳ·