Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἵνα ξενίσω ʼγʼὼ σφὼ πρὶν ἀποπλεῖν.
- εὖ λέγεις
- νὴ τὸν Δίʼ· οὐ γὰρ ἄχθομαι τῷ πράγματι.
- μακάριός γʼ ἀνὴρ ἔχων
- ξύνεσιν ἠκριβωμένην.
- πάρα δὲ πολλοῖσιν μαθεῖν.
- ὅδε γὰρ εὖ φρονεῖν δοκήσας
- πάλιν ἄπεισιν οἴκαδʼ αὖ,
- ἐπʼ ἀγαθῶ μὲν τοῖς πολίταις,
- ἐπʼ ἀγαθῷ δὲ τοῖς ἑαυτοῦ
- ξυγγενέσι τε καὶ φίλοισι,
- διὰ τὸ συνετὸς εἶναι.
- χαρίεν οὖν μὴ Σωκράτει
- παρακαθήμενον λαλεῖν,
- ἀποβαλόντα μουσικὴν
- τά τε μέγιστα παραλιπόντα
- τῆς τραγῳδικῆς τέχνης.
- τὸ δʼ ἐπὶ σεμνοῖσιν λόγοισι
- καὶ σκαριφησμοῖσι λήρων
- διατριβὴν ἀργὸν ποιεῖσθαι,
- παραφρονοῦντος ἀνδρός.
- ἄγε δὴ χαίρων Αἰσχύλε χώρει,
- καὶ σῷζε πόλιν τὴν ἡμετέραν
- γνώμαις ἀγαθαῖς καὶ παίδευσον
- τοὺς ἀνοήτους· πολλοὶ δʼ εἰσίν·
- καὶ δὸς τουτὶ Κλεοφῶντι φέρων
- καὶ τουτὶ τοῖσι πορισταῖς
- Μύρμηκί θʼ ὁμοῦ καὶ Νικομάχῳ,
- τόδε δʼ Ἀρχενόμῳ·
- καὶ φράζʼ αὐτοῖς ταχέως ἥκειν
- ὡς ἐμὲ δευρὶ καὶ μὴ μέλλειν·
- κἂν μὴ ταχέως ἥκωσιν, ἐγὼ
- νὴ τὸν Ἀπόλλω στίξας αὐτοὺς
- καὶ συμποδίσας
- μετʼ Ἀδειμάντου τοῦ Λευκολόφου
- κατὰ γῆς ταχέως ἀποπέμψω.
- ταῦτα ποιήσω· σὺ δὲ τὸν θᾶκον
- τὸν ἐμὸν παράδος Σοφοκλεῖ τηρεῖν
- καὶ διασῴζειν, ἢν ἄρʼ ἐγώ ποτε