Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. εὖ, πλήν γʼ ὁ δικαστὴς αὐτὰ καταπίνει μόνος.
Πλούτων
  1. κρίνοις ἄν.
Διόνυσος
  1. αὕτη σφῷν κρίσις γενήσεται·
  2. αἱρήσομαι γὰρ ὅνπερ ἡ ψυχὴ θέλει.
Εὐριπίδης
  1. μεμνημένος νυν τῶν θεῶν οὓς ὤμοσας
  2. ἦ μὴν ἀπάξειν μʼ οἴκαδʼ, αἱροῦ τοὺς φίλους.
Διόνυσος
  1. ἡ γλῶττʼ ὀμώμοκʼ, Αἰσχύλον δʼ αἱρήσομαι.
Εὐριπίδης
  1. τί δέδρακας ὦ μιαρώτατʼ ἀνθρώπων;
Διόνυσος
  1. ἐγώ;
  2. ἔκρινα νικᾶν Αἰσχύλον. τιὴ γὰρ οὔ;
Εὐριπίδης
  1. αἴσχιστον ἔργον προσβλέπεις μʼ εἰργασμένος;
Διόνυσος
  1. τί δʼ αἰσχρόν, ἢν μὴ τοῖς θεωμένοις δοκῇ;
Εὐριπίδης
  1. ὦ σχέτλιε περιόψει με δὴ τεθνηκότα;
Διόνυσος
  1. τίς οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν,
  2. τὸ πνεῖν δὲ δειπνεῖν, τὸ δὲ καθεύδειν κῴδιον;
Πλούτων
  1. χωρεῖτε τοίνυν ὦ Διόνυσʼ εἴσω.
Διόνυσος
  1. τί δαί;
Πλούτων
  1. ἵνα ξενίσω ʼγʼὼ σφὼ πρὶν ἀποπλεῖν.
Διόνυσος
  1. εὖ λέγεις
  2. νὴ τὸν Δίʼ· οὐ γὰρ ἄχθομαι τῷ πράγματι.
Χορός
  1. μακάριός γʼ ἀνὴρ ἔχων
  2. ξύνεσιν ἠκριβωμένην.
  3. πάρα δὲ πολλοῖσιν μαθεῖν.
  4. ὅδε γὰρ εὖ φρονεῖν δοκήσας
  5. πάλιν ἄπεισιν οἴκαδʼ αὖ,
  6. ἐπʼ ἀγαθῶ μὲν τοῖς πολίταις,
  7. ἐπʼ ἀγαθῷ δὲ τοῖς ἑαυτοῦ
  8. ξυγγενέσι τε καὶ φίλοισι,
  9. διὰ τὸ συνετὸς εἶναι.
Χορός
  1. χαρίεν οὖν μὴ Σωκράτει
  2. παρακαθήμενον λαλεῖν,