Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- εὖ γʼ ὦ Παλάμηδες, ὦ σοφωτάτη φύσις.
- ταυτὶ πότερʼ αὐτὸς ηὗρες ἢ Κηφισοφῶν;
- ἐγὼ μόνος· τὰς δʼ ὀξίδας Κηφισοφῶν.
- τί δαὶ σύ; τί λέγεις;
- τὴν πόλιν νῦν μοι φράσον
- πρῶτον τίσι χρῆται· πότερα τοῖς χρηστοῖς;
- πόθεν;
- μισεῖ κάκιστα.
- τοῖς πονηροῖς δʼ ἥδεται;
- οὐ δῆτʼ ἐκείνη γʼ, ἀλλὰ χρῆται πρὸς βίαν.
- πῶς οὖν τις ἂν σώσειε τοιαύτην πόλιν,
- ᾗ μήτε χλαῖνα μήτε σισύρα συμφέρει;
- εὕρισκε νὴ Δίʼ, εἴπερ ἀναδύσει πάλιν.
- ἐκεῖ φράσαιμʼ ἄν· ἐνθαδὶ δʼ οὐ βούλομαι.
- μὴ δῆτα σύ γʼ, ἀλλʼ ἐνθένδʼ ἀνίει τἀγαθά.
- τὴν γῆν ὅταν νομίσωσι τὴν τῶν πολεμίων
- εἶναι σφετέραν, τὴν δὲ σφετέραν τῶν πολεμίων,
- πόρον δὲ τὰς ναῦς ἀπορίαν δὲ τὸν πόρον.