Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. εἰ τῶν πολιτῶν οἷσι νῦν πιστεύομεν,
  2. τούτοις ἀπιστήσαιμεν, οἷς δʼ οὐ χρώμεθα,
  3. τούτοισι χρησαίμεσθʼ, ἴσως σωθεῖμεν ἄν.
  4. εἰ νῦν γε δυστυχοῦμεν ἐν τούτοισι, πῶς
  5. τἀναντίʼ ἂν πράττοντες οὐ σῳζοίμεθʼ ἄν;
Διόνυσος
  1. εὖ γʼ ὦ Παλάμηδες, ὦ σοφωτάτη φύσις.
  2. ταυτὶ πότερʼ αὐτὸς ηὗρες ἢ Κηφισοφῶν;
Εὐριπίδης
  1. ἐγὼ μόνος· τὰς δʼ ὀξίδας Κηφισοφῶν.
  2. τί δαὶ σύ; τί λέγεις;
Αἰσχύλος
  1. τὴν πόλιν νῦν μοι φράσον
  2. πρῶτον τίσι χρῆται· πότερα τοῖς χρηστοῖς;
Διόνυσος
  1. πόθεν;
  2. μισεῖ κάκιστα.
Αἰσχύλος
  1. τοῖς πονηροῖς δʼ ἥδεται;
Διόνυσος
  1. οὐ δῆτʼ ἐκείνη γʼ, ἀλλὰ χρῆται πρὸς βίαν.
Αἰσχύλος
  1. πῶς οὖν τις ἂν σώσειε τοιαύτην πόλιν,
  2. ᾗ μήτε χλαῖνα μήτε σισύρα συμφέρει;
Διόνυσος
  1. εὕρισκε νὴ Δίʼ, εἴπερ ἀναδύσει πάλιν.
Αἰσχύλος
  1. ἐκεῖ φράσαιμʼ ἄν· ἐνθαδὶ δʼ οὐ βούλομαι.