Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἀλλʼ ἔτι μίαν γνώμην ἑκάτερος εἴπατον
  2. περὶ τῆς πόλεως ἥντινʼ ἔχετον σωτηρίαν.
Εὐριπίδης
  1. εἴ τις πτερώσας Κλεόκριτον Κινησίᾳ,
  2. αἴροιεν αὖραι πελαγίαν ὑπὲρ πλάκα.
Διόνυσος
  1. γέλοιον ἂν φαίνοιτο· νοῦν δʼ ἔχει τίνα;
Εὐριπίδης
  1. εἰ ναυμαχοῖεν κᾆτʼ ἔχοντες ὀξίδας
  2. ῥαίνοιεν ἐς τὰ βλέφαρα τῶν ἐναντίων.
  3. ἐγὼ μὲν οἶδα καὶ θέλω φράζειν.
Διόνυσος
  1. λέγε.