Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- μισῶ πολίτην, ὅστις ὠφελεῖν πάτραν
- βραδὺς πέφυκε μεγάλα δὲ βλάπτειν ταχύς,
- καὶ πόριμον αὑτῷ τῇ πόλει δʼ ἀμήχανον.
- εὖ γʼ ὦ Πόσειδον· σὺ δὲ τίνα γνώμην ἔχεις;
- οὐ χρὴ λέοντος σκύμνον ἐν πόλει τρέφειν,
- μάλιστα μὲν λέοντα μὴ νʼ πόλει τρέφειν,
- ἢν δʼ ἐκτραφῇ τις, τοῖς τρόποις ὑπηρετεῖν.
- νὴ τὸν Δία τὸν σωτῆρα δυσκρίτως γʼ ἔχω·
- ὁ μὲν σοφῶς γὰρ εἶπεν, ὁ δʼ ἕτερος σαφῶς.
- ἀλλʼ ἔτι μίαν γνώμην ἑκάτερος εἴπατον
- περὶ τῆς πόλεως ἥντινʼ ἔχετον σωτηρίαν.
- εἴ τις πτερώσας Κλεόκριτον Κινησίᾳ,
- αἴροιεν αὖραι πελαγίαν ὑπὲρ πλάκα.
- γέλοιον ἂν φαίνοιτο· νοῦν δʼ ἔχει τίνα;
- εἰ ναυμαχοῖεν κᾆτʼ ἔχοντες ὀξίδας
- ῥαίνοιεν ἐς τὰ βλέφαρα τῶν ἐναντίων.
- ἐγὼ μὲν οἶδα καὶ θέλω φράζειν.
- λέγε.
- ὅταν τὰ νῦν ἄπιστα πίσθʼ ἡγώμεθα,
- τὰ δʼ ὄντα πίστʼ ἄπιστα.
- πῶς; οὐ μανθάνω.
- ἀμαθέστερόν πως εἰπὲ καὶ σαφέστερον.
- εἰ τῶν πολιτῶν οἷσι νῦν πιστεύομεν,
- τούτοις ἀπιστήσαιμεν, οἷς δʼ οὐ χρώμεθα,
- τούτοισι χρησαίμεσθʼ, ἴσως σωθεῖμεν ἄν.
- εἰ νῦν γε δυστυχοῦμεν ἐν τούτοισι, πῶς
- τἀναντίʼ ἂν πράττοντες οὐ σῳζοίμεθʼ ἄν;
- εὖ γʼ ὦ Παλάμηδες, ὦ σοφωτάτη φύσις.
- ταυτὶ πότερʼ αὐτὸς ηὗρες ἢ Κηφισοφῶν;
- ἐγὼ μόνος· τὰς δʼ ὀξίδας Κηφισοφῶν.
- τί δαὶ σύ; τί λέγεις;
- τὴν πόλιν νῦν μοι φράσον
- πρῶτον τίσι χρῆται· πότερα τοῖς χρηστοῖς;
- πόθεν;
- μισεῖ κάκιστα.
- τοῖς πονηροῖς δʼ ἥδεται;
- οὐ δῆτʼ ἐκείνη γʼ, ἀλλὰ χρῆται πρὸς βίαν.
- πῶς οὖν τις ἂν σώσειε τοιαύτην πόλιν,
- ᾗ μήτε χλαῖνα μήτε σισύρα συμφέρει;
- εὕρισκε νὴ Δίʼ, εἴπερ ἀναδύσει πάλιν.
- ἐκεῖ φράσαιμʼ ἄν· ἐνθαδὶ δʼ οὐ βούλομαι.
- μὴ δῆτα σύ γʼ, ἀλλʼ ἐνθένδʼ ἀνίει τἀγαθά.
- τὴν γῆν ὅταν νομίσωσι τὴν τῶν πολεμίων