Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἵνʼ ἡ πόλις σωθεῖσα τοὺς χοροὺς ἄγῃ.
  2. ὁπότερος οὖν ἂν τῇ πόλει παραινέσῃ
  3. μᾶλλόν τι χρηστόν, τοῦτον ἄξειν μοι δοκῶ.
  4. πρῶτον μὲν οὖν περὶ Ἀλκιβιάδου τίνʼ ἔχετον
  5. γνώμην ἑκάτερος; ἡ πόλις γὰρ δυστοκεῖ.
Εὐριπίδης
  1. ἔχει δὲ περὶ αὐτοῦ τίνα γνώμην;
Διόνυσος
  1. τίνα;
  2. ποθεῖ μέν, ἐχθαίρει δέ, βούλεται δʼ ἔχειν.
  3. ἀλλʼ ὅ τι νοεῖτον εἴπατον τούτου πέρι.
Εὐριπίδης
  1. μισῶ πολίτην, ὅστις ὠφελεῖν πάτραν
  2. βραδὺς πέφυκε μεγάλα δὲ βλάπτειν ταχύς,
  3. καὶ πόριμον αὑτῷ τῇ πόλει δʼ ἀμήχανον.
Διόνυσος
  1. εὖ γʼ ὦ Πόσειδον· σὺ δὲ τίνα γνώμην ἔχεις;
Αἰσχύλος
  1. οὐ χρὴ λέοντος σκύμνον ἐν πόλει τρέφειν,