Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. αὐτὸς τὰ παιδίʼ ἡ γυνὴ Κηφισοφῶν
  2. ἐμβὰς καθήσθω, συλλαβὼν τὰ βιβλία·
  3. ἐγὼ δὲ δύʼ ἔπη τῶν ἐμῶν ἐρῶ μόνον.
Διόνυσος
  1. ἅνδρες φίλοι, κἀγὼ μὲν αὐτοὺς οὐ κρινῶ.
  2. οὐ γὰρ διʼ ἔχθρας οὐδετέρῳ γενήσομαι.
  3. τὸν μὲν γὰρ ἡγοῦμαι σοφὸν τῷ δʼ ἥδομαι.
Πλούτων
  1. οὐδὲν ἄρα πράξεις ὧνπερ ἦλθες οὕνεκα;
Διόνυσος
  1. ἐὰν δὲ κρίνω;
Πλούτων
  1. τὸν ἕτερον λαβὼν ἄπει,
  2. ὁπότερον ἂν κρίνῃς, ἵνʼ ἔλθῃς μὴ μάτην.
Διόνυσος
  1. εὐδαιμονοίης. φέρε πύθεσθέ μου ταδί.
  2. ἐγὼ κατῆλθον ἐπὶ ποιητήν. τοῦ χάριν;
  3. ἵνʼ ἡ πόλις σωθεῖσα τοὺς χοροὺς ἄγῃ.
  4. ὁπότερος οὖν ἂν τῇ πόλει παραινέσῃ
  5. μᾶλλόν τι χρηστόν, τοῦτον ἄξειν μοι δοκῶ.
  6. πρῶτον μὲν οὖν περὶ Ἀλκιβιάδου τίνʼ ἔχετον
  7. γνώμην ἑκάτερος; ἡ πόλις γὰρ δυστοκεῖ.
Εὐριπίδης
  1. ἔχει δὲ περὶ αὐτοῦ τίνα γνώμην;
Διόνυσος
  1. τίνα;
  2. ποθεῖ μέν, ἐχθαίρει δέ, βούλεται δʼ ἔχειν.