Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ὅτι εἰσέθηκε ποταμόν, ἐριοπωλικῶς
  2. ὑγρὸν ποιήσας τοὔπος ὥσπερ τἄρια,
  3. σὺ δʼ εἰσέθηκας τοὔπος ἐπτερωμένον.
Εὐριπίδης
  1. ἀλλʼ ἕτερον εἰπάτω τι κἀντιστησάτω.
Διόνυσος
  1. λάβεσθε τοίνυν αὖθις.
Αἰσχύλος καί Εὐριπίδης
  1. ἢν ἰδού.
Διόνυσος
  1. λέγε.
Εὐριπίδης
  1. οὐκ ἔστι Πειθοῦς ἱερὸν ἄλλο πλὴν λόγος.
Αἰσχύλος
  1. μόνος θεῶν γὰρ Θάνατος οὐ δώρων ἐρᾷ.
Διόνυσος
  1. μέθεσθε μέθεσθε· καὶ τὸ τοῦδέ γʼ αὖ ῥέπει·
  2. θάνατον γὰρ εἰσέθηκε βαρύτατον κακόν.
Εὐριπίδης
  1. ἐγὼ δὲ πειθώ γʼ ἔπος ἄριστʼ εἰρημένον.
Διόνυσος
  1. πειθὼ δὲ κοῦφόν ἐστι καὶ νοῦν οὐκ ἔχον.
  2. ἀλλʼ ἕτερον αὖ ζήτει τι τῶν βαρυστάθμων,
  3. ὅ τι σοι καθέλξει, καρτερόν τε καὶ μέγα.
Εὐριπίδης
  1. φέρε ποῦ τοιοῦτον δῆτά μοὐστί; ποῦ;
Διόνυσος
  1. φράσω·
  2. βέβληκʼ Ἀχιλλεὺς δύο κύβω καὶ τέτταρα.
Διόνυσος
  1. λέγοιτʼ ἄν, ὡς αὕτη ʼστὶ λοιπὴ σφῷν στάσις.
Εὐριπίδης
  1. σιδηροβριθές τʼ ἔλαβε δεξιᾷ ξύλον.
Αἰσχύλος
  1. ἐφʼ ἅρματος γὰρ ἅρμα καὶ νεκρῷ νεκρός.
Διόνυσος
  1. ἐξηπάτηκεν αὖ σὲ καὶ νῦν.
Εὐριπίδης
  1. τῷ τρόπῳ;
Διόνυσος
  1. δύʼ ἅρματʼ εἰσέθηκε καὶ νεκρὼ δύο,
  2. οὓς οὐκ ἂν ἄραιντʼ οὐδʼ ἑκατὸν Αἰγύπτιοι.