Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἔλεγέ μοι τῶν ἐπιτυχόντων,
- ἐπιθόμην, ἀλλʼ ᾠόμην ἂν
- αὐτὸν αὐτὰ ληρεῖν.
- ἴθι δὴ παρίστασθον παρὰ τὼ πλάστιγγʼ,
- ἰδού.
- καὶ λαβομένω τὸ ῥῆμʼ ἑκάτερος εἴπατον,
- καὶ μὴ μεθῆσθον, πρὶν ἂν ἐγὼ σφῷν κοκκύσω.
- ἐχόμεθα.
- τοὔπος νῦν λέγετον ἐς τὸν σταθμόν.
- εἴθʼ ὤφελʼ Ἀργοῦς μὴ διαπτάσθαι σκάφος.
- Σπερχειὲ ποταμὲ βουνόμοι τʼ ἐπιστροφαί.
- κόκκυ, μέθεσθε· καὶ πολύ γε κατωτέρω
- χωρεῖ τὸ τοῦδε.
- καὶ τί ποτʼ ἐστὶ ταἴτιον;
- ὅτι εἰσέθηκε ποταμόν, ἐριοπωλικῶς
- ὑγρὸν ποιήσας τοὔπος ὥσπερ τἄρια,
- σὺ δʼ εἰσέθηκας τοὔπος ἐπτερωμένον.
- ἀλλʼ ἕτερον εἰπάτω τι κἀντιστησάτω.
- λάβεσθε τοίνυν αὖθις.
- ἢν ἰδού.