Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἐπίπονοί γʼ οἱ δεξιοί.
  2. τόδε γὰρ ἕτερον αὖ τέρας
  3. νεοχμόν, ἀτοπίας πλέων,
  4. ὃ τίς ἂν ἐπενόησεν ἄλλος;
  5. ---
  6. μὰ τὸν ἐγὼ μὲν οὐδʼ ἂν εἴ τις
  7. ἔλεγέ μοι τῶν ἐπιτυχόντων,
  8. ἐπιθόμην, ἀλλʼ ᾠόμην ἂν
  9. αὐτὸν αὐτὰ ληρεῖν.
Διόνυσος
  1. ἴθι δὴ παρίστασθον παρὰ τὼ πλάστιγγʼ,
Αἰσχύλος καί Εὐριπίδης
  1. ἰδού.
Διόνυσος
  1. καὶ λαβομένω τὸ ῥῆμʼ ἑκάτερος εἴπατον,
  2. καὶ μὴ μεθῆσθον, πρὶν ἂν ἐγὼ σφῷν κοκκύσω.
Αἰσχύλος καὶ Εὐριπίδης
  1. ἐχόμεθα.
Διόνυσος
  1. τοὔπος νῦν λέγετον ἐς τὸν σταθμόν.
Εὐριπίδης
  1. εἴθʼ ὤφελʼ Ἀργοῦς μὴ διαπτάσθαι σκάφος.
Αἰσχύλος
  1. Σπερχειὲ ποταμὲ βουνόμοι τʼ ἐπιστροφαί.
Διόνυσος
  1. κόκκυ, μέθεσθε· καὶ πολύ γε κατωτέρω
  2. χωρεῖ τὸ τοῦδε.