Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. κλωστῆρα ποιοῦσʼ, ὅπως
  2. κνεφαῖος εἰς ἀγορὰν
  3. φέρουσʼ ἀποδοίμαν·
  4. ὁ δʼ ἀνέπτατʼ ἀνέπτατʼ ἐς αἰθέρα
  5. κουφοτάταις πτερύγων ἀκμαῖς·
  6. ἐμοὶ δʼ ἄχεʼ ἄχεα κατέλιπε,
  7. δάκρυα δάκρυά τʼ ἀπʼ ὀμμάτων
  8. ἔβαλον ἔβαλον ἁ τλάμων.
  9. ἀλλʼ ὦ Κρῆτες, Ἴδας τέκνα,
  10. τὰ τόξα λαβόντες ἐπαμύνατε,
  11. τὰ κῶλά τʼ ἀμπάλλετε κυκλούμενοι τὴν οἰκίαν.
  12. ἅμα δὲ Δίκτυννα παῖς Ἄρτεμις καλὰ
  13. τὰς κυνίσκας ἔχουσʼ ἐλθέτω διὰ δόμων πανταχῇ,
  14. σὺ δʼ ὦ Διὸς διπύρους ἀνέχουσα
  15. λαμπάδας ὀξυτάτας χεροῖν Ἑκάτα παράφηνον
  16. ἐς Γλύκης, ὅπως ἂν