Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. εἱειειειλίσσουσα χεροῖν
  2. κλωστῆρα ποιοῦσʼ, ὅπως
  3. κνεφαῖος εἰς ἀγορὰν
  4. φέρουσʼ ἀποδοίμαν·
  5. ὁ δʼ ἀνέπτατʼ ἀνέπτατʼ ἐς αἰθέρα
  6. κουφοτάταις πτερύγων ἀκμαῖς·
  7. ἐμοὶ δʼ ἄχεʼ ἄχεα κατέλιπε,
  8. δάκρυα δάκρυά τʼ ἀπʼ ὀμμάτων
  9. ἔβαλον ἔβαλον ἁ τλάμων.
  10. ἀλλʼ ὦ Κρῆτες, Ἴδας τέκνα,
  11. τὰ τόξα λαβόντες ἐπαμύνατε,