Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. λίνου μεστὸν ἄτρακτον
  2. εἱειειειλίσσουσα χεροῖν
  3. κλωστῆρα ποιοῦσʼ, ὅπως
  4. κνεφαῖος εἰς ἀγορὰν
  5. φέρουσʼ ἀποδοίμαν·
  6. ὁ δʼ ἀνέπτατʼ ἀνέπτατʼ ἐς αἰθέρα
  7. κουφοτάταις πτερύγων ἀκμαῖς·
  8. ἐμοὶ δʼ ἄχεʼ ἄχεα κατέλιπε,
  9. δάκρυα δάκρυά τʼ ἀπʼ ὀμμάτων
  10. ἔβαλον ἔβαλον ἁ τλάμων.
  11. ἀλλʼ ὦ Κρῆτες, Ἴδας τέκνα,
  12. τὰ τόξα λαβόντες ἐπαμύνατε,
  13. τὰ κῶλά τʼ ἀμπάλλετε κυκλούμενοι τὴν οἰκίαν.
  14. ἅμα δὲ Δίκτυννα παῖς Ἄρτεμις καλὰ