Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- Νύμφαι ὀρεσσίγονοι.
- ὦ Μανία ξύλλαβε.
- ἐγὼ δʼ ἁ τάλαινα προσέχουσʼ ἔτυχον
- ἐμαυτῆς ἔργοισι,
- λίνου μεστὸν ἄτρακτον
- εἱειειειλίσσουσα χεροῖν
- κλωστῆρα ποιοῦσʼ, ὅπως
- κνεφαῖος εἰς ἀγορὰν
- φέρουσʼ ἀποδοίμαν·
- ὁ δʼ ἀνέπτατʼ ἀνέπτατʼ ἐς αἰθέρα
- κουφοτάταις πτερύγων ἀκμαῖς·
- ἐμοὶ δʼ ἄχεʼ ἄχεα κατέλιπε,
- δάκρυα δάκρυά τʼ ἀπʼ ὀμμάτων
- ἔβαλον ἔβαλον ἁ τλάμων.
- ἀλλʼ ὦ Κρῆτες, Ἴδας τέκνα,
- τὰ τόξα λαβόντες ἐπαμύνατε,
- τὰ κῶλά τʼ ἀμπάλλετε κυκλούμενοι τὴν οἰκίαν.
- ἅμα δὲ Δίκτυννα παῖς Ἄρτεμις καλὰ
- τὰς κυνίσκας ἔχουσʼ ἐλθέτω διὰ δόμων πανταχῇ,
- σὺ δʼ ὦ Διὸς διπύρους ἀνέχουσα
- λαμπάδας ὀξυτάτας χεροῖν Ἑκάτα παράφηνον
- ἐς Γλύκης, ὅπως ἂν
- εἰσελθοῦσα φωράσω.
- παύσασθον ἤδη τῶν μελῶν.
- κἄμοιγʼ ἅλις.