Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. Νύμφαι ὀρεσσίγονοι.
  2. ὦ Μανία ξύλλαβε.
  3. ἐγὼ δʼ ἁ τάλαινα προσέχουσʼ ἔτυχον
  4. ἐμαυτῆς ἔργοισι,
  5. λίνου μεστὸν ἄτρακτον
  6. εἱειειειλίσσουσα χεροῖν
  7. κλωστῆρα ποιοῦσʼ, ὅπως
  8. κνεφαῖος εἰς ἀγορὰν
  9. φέρουσʼ ἀποδοίμαν·
  10. ὁ δʼ ἀνέπτατʼ ἀνέπτατʼ ἐς αἰθέρα
  11. κουφοτάταις πτερύγων ἀκμαῖς·
  12. ἐμοὶ δʼ ἄχεʼ ἄχεα κατέλιπε,
  13. δάκρυα δάκρυά τʼ ἀπʼ ὀμμάτων
  14. ἔβαλον ἔβαλον ἁ τλάμων.
  15. ἀλλʼ ὦ Κρῆτες, Ἴδας τέκνα,
  16. τὰ τόξα λαβόντες ἐπαμύνατε,
  17. τὰ κῶλά τʼ ἀμπάλλετε κυκλούμενοι τὴν οἰκίαν.
  18. ἅμα δὲ Δίκτυννα παῖς Ἄρτεμις καλὰ