Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. τοῦτʼ ἐκεῖνʼ· ἰὼ ξύνοικοι,
  2. τάδε τέρα θεάσασθε.
  3. τὸν ἀλεκτρυόνα μου συναρπάσασα
  4. φρούδη Γλύκη.
  5. Νύμφαι ὀρεσσίγονοι.
  6. ὦ Μανία ξύλλαβε.
  7. ἐγὼ δʼ ἁ τάλαινα προσέχουσʼ ἔτυχον
  8. ἐμαυτῆς ἔργοισι,
  9. λίνου μεστὸν ἄτρακτον
  10. εἱειειειλίσσουσα χεροῖν
  11. κλωστῆρα ποιοῦσʼ, ὅπως
  12. κνεφαῖος εἰς ἀγορὰν
  13. φέρουσʼ ἀποδοίμαν·
  14. ὁ δʼ ἀνέπτατʼ ἀνέπτατʼ ἐς αἰθέρα
  15. κουφοτάταις πτερύγων ἀκμαῖς·
  16. ἐμοὶ δʼ ἄχεʼ ἄχεα κατέλιπε,
  17. δάκρυα δάκρυά τʼ ἀπʼ ὀμμάτων
  18. ἔβαλον ἔβαλον ἁ τλάμων.
  19. ἀλλʼ ὦ Κρῆτες, Ἴδας τέκνα,
  20. τὰ τόξα λαβόντες ἐπαμύνατε,