Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ὡς ἂν θεῖον ὄνειρον ἀποκλύσω.
- ἰὼ πόντιε δαῖμον,
- τοῦτʼ ἐκεῖνʼ· ἰὼ ξύνοικοι,
- τάδε τέρα θεάσασθε.
- τὸν ἀλεκτρυόνα μου συναρπάσασα
- φρούδη Γλύκη.
- Νύμφαι ὀρεσσίγονοι.
- ὦ Μανία ξύλλαβε.
- ἐγὼ δʼ ἁ τάλαινα προσέχουσʼ ἔτυχον
- ἐμαυτῆς ἔργοισι,
- λίνου μεστὸν ἄτρακτον
- εἱειειειλίσσουσα χεροῖν
- κλωστῆρα ποιοῦσʼ, ὅπως
- κνεφαῖος εἰς ἀγορὰν
- φέρουσʼ ἀποδοίμαν·
- ὁ δʼ ἀνέπτατʼ ἀνέπτατʼ ἐς αἰθέρα
- κουφοτάταις πτερύγων ἀκμαῖς·
- ἐμοὶ δʼ ἄχεʼ ἄχεα κατέλιπε,
- δάκρυα δάκρυά τʼ ἀπʼ ὀμμάτων
- ἔβαλον ἔβαλον ἁ τλάμων.
- ἀλλʼ ὦ Κρῆτες, Ἴδας τέκνα,
- τὰ τόξα λαβόντες ἐπαμύνατε,
- τὰ κῶλά τʼ ἀμπάλλετε κυκλούμενοι τὴν οἰκίαν.