Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. μελαίνας Νυκτὸς παῖδα,
  2. φρικώδη δεινὰν ὄψιν,
  3. μελανονεκυείμονα,
  4. φόνια φόνια δερκόμενον,
  5. μεγάλους ὄνυχας ἔχοντα.
  6. ἀλλά μοι ἀμφίπολοι λύχνον ἅψατε
  7. κάλπισί τʼ ἐκ ποταμῶν δρόσον ἄρατε, θέρμετε δʼ ὕδωρ,
  8. ὡς ἂν θεῖον ὄνειρον ἀποκλύσω.
  9. ἰὼ πόντιε δαῖμον,
  10. τοῦτʼ ἐκεῖνʼ· ἰὼ ξύνοικοι,
  11. τάδε τέρα θεάσασθε.
  12. τὸν ἀλεκτρυόνα μου συναρπάσασα
  13. φρούδη Γλύκη.
  14. Νύμφαι ὀρεσσίγονοι.
  15. ὦ Μανία ξύλλαβε.
  16. ἐγὼ δʼ ἁ τάλαινα προσέχουσʼ ἔτυχον
  17. ἐμαυτῆς ἔργοισι,
  18. λίνου μεστὸν ἄτρακτον
  19. εἱειειειλίσσουσα χεροῖν
  20. κλωστῆρα ποιοῦσʼ, ὅπως
  21. κνεφαῖος εἰς ἀγορὰν
  22. φέρουσʼ ἀποδοίμαν·
  23. ὁ δʼ ἀνέπτατʼ ἀνέπτατʼ ἐς αἰθέρα
  24. κουφοτάταις πτερύγων ἀκμαῖς·
  25. ἐμοὶ δʼ ἄχεʼ ἄχεα κατέλιπε,
  26. δάκρυα δάκρυά τʼ ἀπʼ ὀμμάτων
  27. ἔβαλον ἔβαλον ἁ τλάμων.
  28. ἀλλʼ ὦ Κρῆτες, Ἴδας τέκνα,
  29. τὰ τόξα λαβόντες ἐπαμύνατε,
  30. τὰ κῶλά τʼ ἀμπάλλετε κυκλούμενοι τὴν οἰκίαν.
  31. ἅμα δὲ Δίκτυννα παῖς Ἄρτεμις καλὰ