Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. εἱειειειλίσσετε δακτύλοις φάλαγγες
  2. ἱστόπονα πηνίσματα,
  3. κερκίδος ἀοιδοῦ μελέτας,
  4. ἵνʼ ὁ φίλαυλος ἔπαλλε δελφὶς
  5. πρῴραις κυανεμβόλοις
  6. μαντεῖα καὶ σταδίους,
  7. οἰνάνθας γάνος ἀμπέλου,
  8. βότρυος ἕλικα παυσίπονον.
  9. περίβαλλʼ ὦ τέκνον ὠλένας.
  10. ὁρᾷς τὸν πόδα τοῦτον;
Διόνυσος
  1. ὁρῶ.
Αἰσχύλος
  1. τί δαί; τοῦτον ὁρᾷς;
Διόνυσος
  1. ὁρῶ.
Αἰσχύλος
  1. τοιαυτὶ μέντοι σὺ ποιῶν
  2. τολμᾷς τἀμὰ μέλη ψέγειν,
  3. ἀνὰ τὸ δωδεκαμήχανον
  4. Κυρήνης μελοποιῶν;
  5. τὰ μὲν μέλη σου ταῦτα· βούλομαι δʼ ἔτι
  6. τὸν τῶν μονῳδιῶν διεξελθεῖν τρόπον.
  7. ὦ νυκτὸς κελαινοφαὴς
  8. ὄρφνα, τίνα μοι
  9. δύστανον ὄνειρον
  10. πέμπεις ἐξ ἀφανοῦς,