Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. αἵ θʼ ὑπωρόφιοι κατὰ γωνίας
  2. εἱειειειλίσσετε δακτύλοις φάλαγγες
  3. ἱστόπονα πηνίσματα,
  4. κερκίδος ἀοιδοῦ μελέτας,
  5. ἵνʼ ὁ φίλαυλος ἔπαλλε δελφὶς
  6. πρῴραις κυανεμβόλοις
  7. μαντεῖα καὶ σταδίους,
  8. οἰνάνθας γάνος ἀμπέλου,
  9. βότρυος ἕλικα παυσίπονον.
  10. περίβαλλʼ ὦ τέκνον ὠλένας.
  11. ὁρᾷς τὸν πόδα τοῦτον;
Διόνυσος
  1. ὁρῶ.
Αἰσχύλος
  1. τί δαί; τοῦτον ὁρᾷς;