Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. τέγγουσαι νοτίοις πτερῶν
  2. ῥανίσι χρόα δροσιζόμεναι·
  3. αἵ θʼ ὑπωρόφιοι κατὰ γωνίας
  4. εἱειειειλίσσετε δακτύλοις φάλαγγες
  5. ἱστόπονα πηνίσματα,
  6. κερκίδος ἀοιδοῦ μελέτας,
  7. ἵνʼ ὁ φίλαυλος ἔπαλλε δελφὶς
  8. πρῴραις κυανεμβόλοις
  9. μαντεῖα καὶ σταδίους,
  10. οἰνάνθας γάνος ἀμπέλου,
  11. βότρυος ἕλικα παυσίπονον.
  12. περίβαλλʼ ὦ τέκνον ὠλένας.
  13. ὁρᾷς τὸν πόδα τοῦτον;
Διόνυσος
  1. ὁρῶ.
Αἰσχύλος
  1. τί δαί; τοῦτον ὁρᾷς;