Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- κύμασι στωμύλλετε,
- τέγγουσαι νοτίοις πτερῶν
- ῥανίσι χρόα δροσιζόμεναι·
- αἵ θʼ ὑπωρόφιοι κατὰ γωνίας
- εἱειειειλίσσετε δακτύλοις φάλαγγες
- ἱστόπονα πηνίσματα,
- κερκίδος ἀοιδοῦ μελέτας,
- ἵνʼ ὁ φίλαυλος ἔπαλλε δελφὶς
- πρῴραις κυανεμβόλοις
- μαντεῖα καὶ σταδίους,
- οἰνάνθας γάνος ἀμπέλου,
- βότρυος ἕλικα παυσίπονον.
- περίβαλλʼ ὦ τέκνον ὠλένας.
- ὁρᾷς τὸν πόδα τοῦτον;
- ὁρῶ.
- τί δαί; τοῦτον ὁρᾷς;
- ὁρῶ.
- τοιαυτὶ μέντοι σὺ ποιῶν
- τολμᾷς τἀμὰ μέλη ψέγειν,
- ἀνὰ τὸ δωδεκαμήχανον
- Κυρήνης μελοποιῶν;
- τὰ μὲν μέλη σου ταῦτα· βούλομαι δʼ ἔτι
- τὸν τῶν μονῳδιῶν διεξελθεῖν τρόπον.
- ὦ νυκτὸς κελαινοφαὴς
- ὄρφνα, τίνα μοι
- δύστανον ὄνειρον
- πέμπεις ἐξ ἀφανοῦς,
- Ἀίδα πρόμολον,
- ψυχὰν ἄψυχον ἔχοντα,
- μελαίνας Νυκτὸς παῖδα,
- φρικώδη δεινὰν ὄψιν,
- μελανονεκυείμονα,
- φόνια φόνια δερκόμενον,