Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἐνεγκάτω τις τὸ λύριον. καίτοι τί δεῖ
  2. λύρας ἐπὶ τούτων; ποῦ ʼστιν ἡ τοῖς ὀστράκοις
  3. αὕτη κροτοῦσα; δεῦρο Μοῦσʼ Εὐριπίδου,
  4. πρὸς ἥνπερ ἐπιτήδεια ταῦτʼ ᾄδειν μέλη.
Διόνυσος
  1. αὕτη ποθʼ ἡ Μοῦσʼ οὐκ ἐλεσβίαζεν, οὔ.
Αἰσχύλος
  1. ἀλκυόνες, αἳ παρʼ ἀενάοις θαλάσσης
  2. κύμασι στωμύλλετε,
  3. τέγγουσαι νοτίοις πτερῶν
  4. ῥανίσι χρόα δροσιζόμεναι·
  5. αἵ θʼ ὑπωρόφιοι κατὰ γωνίας
  6. εἱειειειλίσσετε δακτύλοις φάλαγγες
  7. ἱστόπονα πηνίσματα,
  8. κερκίδος ἀοιδοῦ μελέτας,
  9. ἵνʼ ὁ φίλαυλος ἔπαλλε δελφὶς
  10. πρῴραις κυανεμβόλοις
  11. μαντεῖα καὶ σταδίους,
  12. οἰνάνθας γάνος ἀμπέλου,
  13. βότρυος ἕλικα παυσίπονον.
  14. περίβαλλʼ ὦ τέκνον ὠλένας.
  15. ὁρᾷς τὸν πόδα τοῦτον;
Διόνυσος
  1. ὁρῶ.
Αἰσχύλος
  1. τί δαί; τοῦτον ὁρᾷς;