Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. λειμῶνα Μουσῶν ἱερὸν ὀφθείην δρέπων·
  2. οὗτος δʼ ἀπὸ πάντων †μὲν φέρει, πορνιδίων†,
  3. σκολίων Μελήτου, Καρικῶν αὐλημάτων,
  4. θρήνων, χορειῶν. τάχα δὲ δηλωθήσεται.
  5. ἐνεγκάτω τις τὸ λύριον. καίτοι τί δεῖ
  6. λύρας ἐπὶ τούτων; ποῦ ʼστιν ἡ τοῖς ὀστράκοις
  7. αὕτη κροτοῦσα; δεῦρο Μοῦσʼ Εὐριπίδου,
  8. πρὸς ἥνπερ ἐπιτήδεια ταῦτʼ ᾄδειν μέλη.
Διόνυσος
  1. αὕτη ποθʼ ἡ Μοῦσʼ οὐκ ἐλεσβίαζεν, οὔ.
Αἰσχύλος
  1. ἀλκυόνες, αἳ παρʼ ἀενάοις θαλάσσης
  2. κύμασι στωμύλλετε,
  3. τέγγουσαι νοτίοις πτερῶν
  4. ῥανίσι χρόα δροσιζόμεναι·
  5. αἵ θʼ ὑπωρόφιοι κατὰ γωνίας
  6. εἱειειειλίσσετε δακτύλοις φάλαγγες
  7. ἱστόπονα πηνίσματα,
  8. κερκίδος ἀοιδοῦ μελέτας,
  9. ἵνʼ ὁ φίλαυλος ἔπαλλε δελφὶς
  10. πρῴραις κυανεμβόλοις
  11. μαντεῖα καὶ σταδίους,