Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. εὐφαμεῖτε· μελισσονόμοι δόμον Ἀρτέμιδος πέλας οἴγειν.
  2. ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν;
  3. κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν.
  4. ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν;
Διόνυσος
  1. ὦ Ζεῦ βασιλεῦ τὸ χρῆμα τῶν κόπων ὅσον.
  2. ἐγὼ μὲν οὖν ἐς τὸ βαλανεῖον βούλομαι·
  3. ὑπὸ τῶν κόπων γὰρ τὼ νεφρὼ βουβωνιῶ.
Εὐριπίδης
  1. μὴ πρίν γʼ ἂν ἀκούσῃς χἀτέραν στάσιν μελῶν
  2. ἐκ τῶν κιθαρῳδικῶν νόμων εἰργασμένην.
Διόνυσος
  1. ἴθι δὴ πέραινε, καὶ κόπον μὴ προστίθει.