Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἀνδρὶ τῷ πολὺ πλεῖστα δὴ
- καὶ κάλλιστα μέλη ποιήσαντι
- τῶν μέχρι νυνί.
- θαυμάζω γὰρ ἔγωγʼ ὅπῃ
- μέμψεταί ποτε τοῦτον
- τὸν Βακχεῖον ἄνακτα,
- καὶ δέδοιχʼ ὑπὲρ αὐτοῦ.
- πάνυ γε μέλη θαυμαστά· δείξει δὴ τάχα.
- εἰς ἓν γὰρ αὐτοῦ πάντα τὰ μέλη ξυντεμῶ.
- καὶ μὴν λογιοῦμαι ταῦτα τῶν ψήφων λαβών·
- Φθιῶτʼ Ἀχιλλεῦ, τί ποτʼ ἀνδροδάικτον ἀκούων
- ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν;