Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. τὸ ληκύθιον γὰρ τοῦτʼ ἐπὶ τοῖς προλόγοισί σου
  2. ὥσπερ τὰ σῦκʼ ἐπὶ τοῖσιν ὀφθαλμοῖς ἔφυ.
  3. ἀλλʼ ἐς τὰ μέλη πρὸς τῶν θεῶν αὐτοῦ τραποῦ.
Εὐριπίδης
  1. καὶ μὴν ἔχω γʼ οἷς αὐτὸν ἀποδείξω κακὸν
  2. μελοποιὸν ὄντα καὶ ποιοῦντα ταὔτʼ ἀεί.
Χορός
  1. τί ποτε πρᾶγμα γενήσεται;
  2. φροντίζειν γὰρ ἔγωγʼ ἔχω,
  3. τίνʼ ἄρα μέμψιν ἐποίσει
  4. ἀνδρὶ τῷ πολὺ πλεῖστα δὴ
  5. καὶ κάλλιστα μέλη ποιήσαντι