Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. Ἀγήνορος παῖς—
Αἰσχύλος
  1. ληκύθιον ἀπώλεσεν.
Διόνυσος
  1. ὦ δαιμόνιʼ ἀνδρῶν ἀποπρίω τὴν λήκυθον,
  2. ἵνα μὴ διακναίσῃ τοὺς προλόγους ἡμῶν.
Εὐριπίδης
  1. τὸ τί;
  2. ἐγὼ πρίωμαι τῷδʼ;
Διόνυσος
  1. ἐὰν πείθῃ γʼ ἐμοί.
Εὐριπίδης
  1. οὐ δῆτʼ, ἐπεὶ πολλοὺς προλόγους ἕξω λέγειν
  2. ἵνʼ οὗτος οὐχ ἕξει προσάψαι ληκύθιον.
  3. Πέλοψ ὁ Ταντάλειος ἐς Πῖσαν μολὼν
  4. θοαῖσιν ἵπποις—
Αἰσχύλος
  1. ληκύθιον ἀπώλεσεν.
Διόνυσος
  1. ὁρᾷς, προσῆψεν αὖθις αὖ τὴν λήκυθον.
  2. ἀλλʼ ὦγάθʼ ἔτι καὶ νῦν ἀπόδος πάσῃ τέχνῃ·
  3. λήψει γὰρ ὀβολοῦ πάνυ καλήν τε κἀγαθήν.
Εὐριπίδης
  1. μὰ τὸν Δίʼ οὔπω γʼ· ἔτι γὰρ εἰσί μοι συχνοί.
  2. Οἰνεύς ποτʼ ἐκ γῆς—
Αἰσχύλος
  1. ληκύθιον ἀπώλεσεν.